Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.58 Joseph. AJ 3.63 (English) >>Joseph. AJ 3.68

3.61καὶ ταύτην μὲν τὴν μάχην πρώτην μαχεσάμενοι πρὸς τοὺς κατατολμήσαντας αὐτῶν μετὰ τὴν ἐξ Αἰγύπτου γενομένην ἔξοδον οὕτως ἐπολέμησαν, ἐπεὶ δὲ τὴν τῶν ἐπινικίων ἑορτὴν ἤγαγον, Μωυσῆς ἀναπαύσας ἐπʼ ὀλίγας ἡμέρας τοὺς Ἑβραίους μετὰ τὴν μάχην προῆγε συντεταγμένους· 3.62πολὺ δʼ ἦν ἤδη τὸ ὁπλιτικὸν αὐτοῖς· καὶ προϊὼν κατʼ ὀλίγον ἐν τριμήνῳ μετὰ τὴν ἐξ Αἰγύπτου κίνησιν παρῆν ἐπὶ τὸ Σιναῖον ὄρος, ἐν τά τε περὶ τὸν θάμνον αὐτῷ καὶ τὰ λοιπὰ φαντάσματα συντυχεῖν προειρήκαμεν. 3.63

Καὶ Ῥαγουῆλος πενθερὸς αὐτοῦ πυνθανόμενος εὐπραξίαν ἀσμένως ἀπήντα τόν τε Μωυσῆν καὶ τὴν Σαπφώραν δεχόμενος καὶ τοὺς παῖδας αὐτῶν. ἥδεται δὲ Μωυσῆς ἐπὶ τῇ τοῦ πενθεροῦ ἀφίξει καὶ θύσας εὐωχεῖ τὸ πλῆθος τοῦ θάμνου πλησίον, ὃς διαπεφεύγει τοῦ πυρὸς τὴν φλόγωσιν· 3.64καὶ τὸ μὲν πλῆθος κατὰ συγγένειαν ὡς ἕκαστοι τῆς εὐωχίας μετελάμβανον, Ἀαρὼν δὲ σὺν τοῖς παροῦσι Ῥαγουῆλον προσλαβόμενος ὕμνους τε ᾖδον εἰς τὸν θεὸν ὡς τῆς σωτηρίας αὐτοῖς καὶ τῆς ἐλευθερίας αἴτιον καὶ ποριστὴν γεγενημένον, 3.65καὶ τὸν στρατηγὸν εὐφήμουν ὡς κατὰ ἀρετὴν ἐκείνου πάντων αὐτοῖς κατὰ νοῦν ἀπηντηκότων. καὶ Ῥαγουῆλος πολλὰ μὲν ἐγκώμια τοῦ πλήθους ἐπὶ τῇ πρὸς τὸν Μωυσῆν εὐχαριστίᾳ διεξῄει, ἐθαύμαζε δὲ καὶ τὸν Μωυσῆν τῆς ἐπὶ σωτηρίᾳ τῶν φίλων ἀνδραγαθίας.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.58 Joseph. AJ 3.63 (English) >>Joseph. AJ 3.68

Powered by PhiloLogic